Add parallel Print Page Options

14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως [a]ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 [b]ὁ ἐπὶ τοῦ δώματος μὴ [c]καταβάτω μηδὲ εἰσελθάτω [d]τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν [e]ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ [f]γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως [g]ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [h]ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 [i]καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· [j]Ἴδε ὧδε ὁ [k]χριστός, [l]Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ [m]δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· [n]προείρηκα ὑμῖν πάντα.

24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες [o]ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 27 καὶ τότε ἀποστελεῖ τοὺς [p]ἀγγέλους καὶ ἐπισυνάξει τοὺς [q]ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν [r]ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν [s]ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ [t]ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ [u]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ [v]μὴ [w]παρελεύσονται.

32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ [x]τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι [y]ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 WH NIV ] + δὲ Treg RP NA
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 τι ἆραι WH Treg ] ἆραί τι NIV RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 ἀγρὸν WH Treg NIV ] + ὢν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:18 γένηται WH Treg NIV ] + ἡ φυγὴ ὑμῶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 ἣν WH Treg NIV ] ἧς RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 καὶ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 χριστός WH NIV ] + ἢ Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 δυνατὸν WH NIV ] + καὶ Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:25 ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NIV ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἀγγέλους WH Treg NIV ] + αὐτοῦ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NIV RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NIV ] αὐτῆς ἤδη ὁ κλάδος RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:29 ἴδητε ταῦτα WH Treg NIV ] ταῦτα ἴδητε RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:30 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρελεύσεται RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 μὴ NIV RP ] – WH Treg
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 τῆς WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 ἐν WH Treg NIV ] οἱ ἐν RP